Τὸ προσταχθὲν μυστικῶς λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνῇ τοῦ Ἰωσὴφ σπουδῇ ἐπέστη, ὁ ἀσώματος λέγων τῇ Ἀπειρογάμω• ὁ κλίνας ἐν καταβάσει τοὺς οὐρανούς, χωρεῑται ἀναλλοιώτως ὅλος ἐν σοι Ὃν καὶ βλέπων ἐν μήτρᾳ σου, λαβόντα δούλου μορφήν, ἐξίσταμαι κραυγάζων σοι
Χαῖρε Νύμφη ἀνύμφευτε.

